Apol·lodor, Biblioteca I,9,25 «Argonautes»

Apol·lodor, Biblioteca I,9,25 «Argonautes»

[25]  παραπλεόντων δὲ Σειρῆνας αὐτῶν, Ὀρφεὺς τὴν ἐναντίαν μοῦσαν μελῳδῶν τοὺς Ἀργοναύτας κατέσχε. μόνος δὲ Βούτης ἐξενήξατο πρὸς αὐτάς, ὃν ἁρπάσασα Ἀφροδίτη ἐν Λιλυβαίῳ κατῴκισε.

μετὰ δὲ τὰς Σειρῆνας τὴν ναῦν Χάρυβδις ἐξεδέχετο καὶ Σκύλλα καὶ πέτραι πλαγκταί, ὑπὲρ ὧν φλὸξ πολλὴ καὶ καπνὸς ἀναφερόμενος ἑωρᾶτο. ἀλλὰ διὰ τούτων διεκόμισε τὴν ναῦν σὺν Νηρηίσι Θέτις παρακληθεῖσα ὑπὸ Ἥρας.

παραμειψάμενοι δὲ Θρινακίαν νῆσον Ἡλίου βοῦς ἔχουσαν εἰς τὴν Φαιάκων νῆσον Κέρκυραν ἧκον, ἧς βασιλεὺς ἦν Ἀλκίνοος. τῶν δὲ Κόλχων τὴν ναῦν εὑρεῖν μὴ δυναμένων οἱ μὲν τοῖς Κεραυνίοις ὄρεσι παρῴκησαν, οἱ δὲ εἰς τὴν Ἰλλυρίδα κομισθέντες ἔκτισαν Ἀψυρτίδας νήσους: ἔνιοι δὲ πρὸς Φαίακας ἐλθόντες τὴν Ἀργὼ κατέλαβον καὶ τὴν Μήδειαν ἀπῄτουν παρ᾽ Ἀλκινόου. δὲ εἶπεν, εἰ μὲν ἤδη συνελήλυθεν Ἰάσονι, δώσειν αὐτὴν ἐκείνῳ, εἰ δ᾽ ἔτι παρθένος ἐστί, τῷ πατρὶ ἀποπέμψειν. Ἀρήτη δὲ Ἀλκινόου γυνὴ φθάσασα Μήδειαν Ἰάσονι συνέζευξεν: ὅθεν οἱ μὲν Κόλχοι μετὰ Φαιάκων κατῴκησαν, οἱ δὲ Ἀργοναῦται μετὰ τῆς Μηδείας ἀνήχθησαν.

Deja una respuesta

Introduce tus datos o haz clic en un icono para iniciar sesión:

Logo de WordPress.com

Estás comentando usando tu cuenta de WordPress.com. Salir /  Cambiar )

Imagen de Twitter

Estás comentando usando tu cuenta de Twitter. Salir /  Cambiar )

Foto de Facebook

Estás comentando usando tu cuenta de Facebook. Salir /  Cambiar )

Conectando a %s