Xenofont, Hel·lèniques II 2, 10-13

Xenofont, Hel·lèniques II 2, 10-13 (Perseus)

[10οἱ δ᾽ Ἀθηναῖοι πολιορκούμενοι κατὰ γῆν καὶ κατὰ θάλατταν ἠπόρουν τί χρὴ ποιεῖν, οὔτε νεῶν οὔτε συμμάχων αὐτοῖς ὄντων οὔτε σίτου: ἐνόμιζον δὲ οὐδεμίαν εἶναι σωτηρίανεἰ μὴ παθεῖν οὐ τιμωρούμενοι ἐποίησαν, ἀλλὰ διὰ τὴν ὕβριν ἠδίκουν ἀνθρώπους μικροπολίτας οὐδ᾽ ἐπὶ μιᾷ αἰτίᾳ ἑτέρᾳ ὅτι ἐκείνοις συνεμάχουν.

[11] διὰ ταῦτα τοὺς ἀτίμους ἐπιτίμους ποιήσαντες ἐκαρτέρουν, καὶ ἀποθνῃσκόντων ἐν τῇ πόλει λιμῷ πολλῶν οὐ διελέγοντο περὶ διαλλαγῆς. ἐπεὶ δὲ παντελῶς ἤδη σῖτος ἐπελελοίπει, ἔπεμψαν πρέσβεις παρ᾽ Ἆγιν, βουλόμενοι σύμμαχοι εἶναι Λακεδαιμονίοις ἔχοντες τὰ τείχη καὶ τὸν Πειραιᾶ, καὶ ἐπὶ τούτοις συνθήκας ποιεῖσθαι.

[12] δὲ αὐτοὺς εἰς Λακεδαίμονα ἐκέλευεν ἰέναι: οὐ γὰρ εἶναι κύριος αὐτός. ἐπεὶ δ᾽ ἀπήγγειλαν οἱ πρέσβεις ταῦτα τοῖς Ἀθηναίοις, ἔπεμψαν αὐτοὺς εἰς Λακεδαίμονα.

[13] οἱ δ᾽ ἐπεὶ ἦσαν ἐν Σελλασίᾳ πλησίον τῆς Λακωνικῆς καὶ ἐπύθοντο οἱ ἔφοροι αὐτῶν ἔλεγον, ὄντα οἷάπερ καὶ πρὸς Ἆγιν, αὐτόθεν αὐτοὺς ἐκέλευον ἀπιέναι, καὶ εἴ τι δέονται εἰρήνης, κάλλιον ἥκειν βουλευσαμένους.

Xenofont. Anàbasi I, 9, 1-6 “Cir és el millor”

Xenofont: Anàbasi I, 9, 1-6 “Cir és el millor”

Text grec Perseus

Κῦρος μὲν οὖν οὕτως ἐτελεύτησεν, ἀνὴρ ὢν Περσῶν τῶν μετὰ Κῦρον τὸν ἀρχαῖον γενομένων βασιλικώτατός τε καὶ ἄρχειν ἀξιώτατος, ὡς παρὰ πάντων ὁμολογεῖται τῶν Κύρου δοκούντων ἐν πείρᾳ γενέσθαι.

[2] πρῶτον μὲν γὰρ ἔτι παῖς ὤν, ὅτ᾽ ἐπαιδεύετο καὶ σὺν τῷ ἀδελφῷ καὶ σὺν τοῖς ἄλλοις παισί, πάντων πάντα κράτιστος ἐνομίζετο.

[3] πάντες γὰρ οἱ τῶν ἀρίστων Περσῶν παῖδες ἐπὶ ταῖς βασιλέως θύραις παιδεύονται: ἔνθα πολλὴν μὲν σωφροσύνην καταμάθοι ἄν τις, αἰσχρὸν δ᾽ οὐδὲν οὔτ᾽ ἀκοῦσαι οὔτ᾽ ἰδεῖν ἔστι.

[4] θεῶνται δ᾽ οἱ παῖδες καὶ τιμωμένους ὑπὸ βασιλέως καὶ ἀκούουσι, καὶ ἄλλους ἀτιμαζομένους: ὥστε εὐθὺς παῖδες ὄντες μανθάνουσιν ἄρχειν τε καὶ ἄρχεσθαι.

[5] ἔνθα Κῦρος αἰδημονέστατος μὲν πρῶτον τῶν ἡλικιωτῶν ἐδόκει εἶναι, τοῖς τε πρεσβυτέροις καὶ τῶν ἑαυτοῦ ὑποδεεστέρων μᾶλλον πείθεσθαι, ἔπειτα δὲ φιλιππότατος καὶ τοῖς ἵπποις ἄριστα χρῆσθαι: ἔκρινον δ᾽ αὐτὸν καὶ τῶν εἰς τὸν πόλεμον ἔργων, τοξικῆς τε καὶ ἀκοντίσεως, φιλομαθέστατον εἶναι καὶ μελετηρότατον.

[6] ἐπεὶ δὲ τῇ ἡλικίᾳ ἔπρεπε, καὶ φιλοθηρότατος ἦν καὶ πρὸς τὰ θηρία μέντοι φιλοκινδυνότατος. καὶ ἄρκτον ποτὲ ἐπιφερομένην οὐκ ἔτρεσεν, ἀλλὰ συμπεσὼν κατεσπάσθη ἀπὸ τοῦ ἵππου, καὶ τὰ μὲν ἔπαθεν, ὧν καὶ τὰς ὠτειλὰς εἶχεν, τέλος δὲ κατέκανε: καὶ τὸν πρῶτον μέντοι βοηθήσαντα πολλοῖς μακαριστὸν ἐποίησεν.

Text interessant per a tractar els superlatius

 

Xenofont, Constitució dels lacedemonis VII, 1-6 “Costums dels espartans”

Xenofont, Constitució dels lacedemonis VII, 1 “Costums dels espartans”

Text grec Perseus

ἐναντία γε μὴν καὶ τάδε τοῖς ἄλλοις Ἕλλησι κατέστησεν Λυκοῦργος ἐν τῇ Σπάρτῃ νόμιμα. ἐν μὲν γὰρ δήπου ταῖς ἄλλαις πόλεσι πάντες χρηματίζονται ὅσον δύνανται: μὲν γὰρ γεωργεῖ, δὲ ναυκληρεῖ, δ᾽ ἐμπορεύεται, οἱ δὲ καὶ ἀπὸ τεχνῶν τρέφονται:

[2] ἐν δὲ τῇ Σπάρτῃ Λυκοῦργος τοῖς [μὲν] ἐλευθέροις τῶν μὲν ἀμφὶ χρηματισμὸν ἀπεῖπε μηδενὸς ἅπτεσθαι, ὅσα δὲ ἐλευθερίαν ταῖς πόλεσι παρασκευάζει, ταῦτα ἔταξε μόνα ἔργα αὑτῶν νομίζειν.

[3] καὶ γὰρ δὴ τί πλοῦτος ἐκεῖ γε σπουδαστέος, ἔνθα ἴσα μὲν φέρειν εἰς τὰ ἐπιτήδεια, ὁμοίως δὲ διαιτᾶσθαι τάξας ἐποίησε μὴ ἡδυπαθείας ἕνεκα χρημάτων ὀρέγεσθαι; ἀλλὰ μὴν οὐδ᾽ ἱματίων γε ἕνεκα χρηματιστέον: οὐ γὰρ ἐσθῆτος πολυτελείᾳ ἀλλὰ σώματος εὐεξίᾳ κοσμοῦνται.

[4] οὐδὲ μὴν τοῦ γε εἰς τοὺς συσκήνους ἕνεκα ἔχειν δαπανᾶν χρήματα ἁθροιστέον, ἐπεὶ τὸ τῷ σώματι πονοῦντα ὠφελεῖν τοὺς συνόντας εὐδοξότερον ἐποίησεν τὸ δαπανῶντα, ἐπιδείξας τὸ μὲν ψυχῆς, τὸ δὲ πλούτου ἔργον.

[5] τό γε μὴν ἐξ ἀδίκων χρηματίζεσθαι καὶ ἐν τοῖς τοιούτοις διεκώλυσε. πρῶτον μὲν γὰρ νόμισμα τοιοῦτον κατεστήσατο, δεκάμνων μόνον ἂν εἰς οἰκίαν εἰσελθὸν οὔποτε δεσπότας οὐδὲ οἰκέτας λάθοι: καὶ γὰρ χώρας μεγάλης καὶ ἁμάξης ἀγωγῆς δέοιτ᾽ ἄν.

[6] χρυσίον γε μὴν καὶ ἀργύριον ἐρευνᾶται, καὶ ἄν τί που φανῇ, ἔχων ζημιοῦται. τί οὖν ἂν ἐκεῖ χρηματισμὸς σπουδάζοιτο, ἔνθα κτῆσις πλείους λύπας χρῆσις εὐφροσύνας παρέχει;

Xenofont, Agesilau I, 25 “Exercicis gimnàstics de l’exèrcit”

Xenofont, Agesilau I, 25 “Exercicis gimnàstics de l’exèrcit”

[25] ἐπειδὴ δὲ ἔαρ ὑπέφαινε, συνήγαγε πᾶν τὸ στράτευμα εἰς Ἔφεσον: ἀσκῆσαι δὲ [καὶ] αὐτὸ βουλόμενος ἆθλα προὔθηκε καὶ ταῖς ἱππικαῖς τάξεσιν, ἥτις κράτιστα [ἂν] ἱππεύοι, καὶ ταῖς ὁπλιτικαῖς, ἥτις [ἂν] ἄριστα σωμάτων ἔχοι: καὶ πελτασταῖς δὲ καὶ τοξόταις ἆθλα προύθηκεν, οἵτινες κράτιστοι τὰ προσήκοντα ἔργα φαίνοιντο. ἐκ τούτου δὲ παρῆν ὁρᾶν τὰ μὲν γυμνάσια μεστὰ [τῶν] ἀνδρῶν γυμναζομένων, τὸν δὲ ἱππόδρομον ἱππέων ἱππαζομένων, τοὺς δὲ ἀκοντιστὰς καὶ τοὺς τοξότας ἐπὶ στόχον ἱέντας.

[26] ἀξίαν δὲ καὶ ὅλην τὴν πόλιν ἐν ἦν θέας ἐποίησεν. τε γὰρ ἀγορὰ μεστὴ ἦν παντοδαπῶν καὶ ὅπλων καὶ ἵππων ὠνίων, οἵ τε χαλκοτύποι καὶ οἱ τέκτονες καὶ οἱ σιδηρεῖς καὶ σκυτεῖς καὶ γραφεῖς πάντες πολεμικὰ ὅπλα κατεσκεύαζον: ὥστε τὴν πόλιν ὄντως ἂν ἡγήσω πολέμου ἐργαστήριον εἶναι.

Jenofonte, Anábasis IV, 8, 25-28 “Celebraciones después de una victoria”

Jenofonte, Anábasis IV, 8, 25-28 “Celebraciones después de una victoria”

  • Más información sobre Jenofonte en el tema: Historiografia grega
  • La Anábasis de Jenofonte (Wikipedia): En ella se narran la expedición militar de Ciro el Joven contra su hermano el rey de Persia Artajerjes II y el posterior intento de retorno a la patria de los mercenarios griegos que estaban a su servicio, tras la derrota y muerte del mismo Ciro.
  • Los Juegos olímpicos: este texto puede servir para repasar los juegos olímpicos.

Texto griego Perseus

Traducción literal:

[25] μετὰ δὲ τοῦτο τὴν θυσίαν ἣν ηὔξαντο παρεσκευάζοντο: ἦλθον δ᾽ αὐτοῖς ἱκανοὶ βόες ἀποθῦσαιτῷ Διὶ τῷ σωτῆρι καὶ τῷ Ἡρακλεῖ ἡγεμόσυνα καὶ τοῖςἄλλοις θεοῖς ηὔξαντο. ἐποίησαν δὲ καὶ ἀγῶνα γυμνικὸνἐν τῷ ὄρει ἔνθαπερ ἐσκήνουν. εἵλοντο δὲ ΔρακόντιονΣπαρτιάτην, ὃς ἔφυγε παῖς ὢν οἴκοθεν, παῖδα ἄκωνκατακανὼν ξυήλῃ πατάξας, δρόμου τ᾽ ἐπιμεληθῆναι καὶτοῦ ἀγῶνος προστατῆσαι.

[25] μετὰ δὲ τοῦτο después de eso τὴν θυσίαν ἣν ηὔξαντο παρεσκευάζοντο  preparaban el sacrificio que prometieron / habían prometido: ἦλθον δ᾽ αὐτοῖς ἱκανοὶ βόες les llegaron suficientes bueyes  ἀποθῦσαι para ofrendar τῷ Διὶ τῷ σωτῆρι a Zeus Salvador καὶ τῷ Ἡρακλεῖ y a Heracles ἡγεμόσυνα votos de agradecimiento καὶ τοῖς ἄλλοις θεοῖς y a los demás dioses  ηὔξαντο lo que prometieron / habían prometido. ἐποίησαν δὲ καὶ Hicieron además ἀγῶνα γυμνικὸν una competición gimnástica ἐν τῷ ὄρει en la montaña ἔνθαπερ ἐσκήνουν donde acampaban. εἵλοντο δὲ Δρακόντιον Σπαρτιάτην Y escogieron a Dracontio, espartiata, ὃς ἔφυγε παῖς ὢν οἴκοθεν que había huido siendo niño de su patria, παῖδα ἄκων κατακανὼν al matar a un niño involuntariamente ξυήλῃ πατάξας golpeándo(le) con un cuchillo, δρόμου τ᾽ ἐπιμεληθῆναι para ocuparse de la carrera καὶ τοῦ ἀγῶνος προστατῆσαι y presidir la competición.

[26] ἐπειδὴ δὲ θυσία ἐγένετο, τὰ δέρματα παρέδοσαν τῷ Δρακοντίῳ, καὶ ἡγεῖσθαι ἐκέλευον ὅπου τὸν δρόμον πεποιηκὼς εἴη. δὲ δείξας οὗπερ ἑστηκότες ἐτύγχανον οὗτος λόφος, ἔφη, κάλλιστος τρέχειν ὅπου ἄν τις βούληται. πῶς οὖν, ἔφασαν, δυνήσονται παλαίειν ἐν σκληρῷ καὶ δασεῖ οὕτως; δ᾽ εἶπε: μᾶλλόν τι ἀνιάσεται καταπεσών.

[26] ἐπειδὴ δὲ θυσία ἐγένετο Después de que tuvo lugar el sacrificio, τὰ δέρματα παρέδοσαν τῷ Δρακοντίῳ ofrecieron las pieles a Dracontio, καὶ ἡγεῖσθαι ἐκέλευον y le exhortaban a guiar(los) (allí) ὅπου τὸν δρόμον πεποιηκὼς εἴη donde hubiese preparado la pista / carrera. δὲ δείξας Él señalando οὗπερ ἑστηκότες ἐτύγχανον  precisamente donde  se encontraban de pie οὗτος λόφος “esta colina”, ἔφη decía / dijo, κάλλιστος τρέχειν ὅπου ἄν τις βούληται “es la mejor para correr por donde cada cual desee”. πῶς οὖν “Pero ¿cómo”, ἔφασαν dijeron, δυνήσονται παλαίειν “podrán luchar ἐν σκληρῷ  καὶ δασεῖ οὕτως en (un lugar) así tan duro y  arbolado?”; δ᾽ εἶπε y él dijo: μᾶλλόν τι ἀνιάσεται καταπεσών “más lo sentirá el que caiga”.

[27] ἠγωνίζοντο δὲ παῖδες μὲν στάδιον τῶν αἰχμαλώτωνοἱ πλεῖστοι, δόλιχον δὲ Κρῆτες πλείους ἑξήκοντα ἔθεον, πάλην δὲ καὶ πυγμὴν καὶ παγκράτιονἕτεροι†, καὶ καλὴθέα ἐγένετο: πολλοὶ γὰρ κατέβησαν καὶ ἅτε θεωμένωντῶν ἑταίρων πολλὴ φιλονικία ἐγίγνετο.

[27] ἠγωνίζοντο δὲ Empezaban a competir παῖδες μὲν στάδιον τῶν αἰχμαλώτων οἱ  πλεῖστοι y niños, de entre los prisioneros la mayoría, (ἔθεον – corrían) el estadio, δόλιχον δὲ Κρῆτες el dólico  los cretenses πλείους ἑξήκοντα más de sesenta, (lo) corrían ἔθεον, πάλην δὲ καὶ πυγμὴν καὶ παγκράτιονἕτεροιy la lucha, el pugilato y el pancracio otros (††), καὶ καλὴ θέα ἐγένετο y llegaba a ser un hermoso espectáculo: πολλοὶ γὰρ κατέβησαν muchos bajaron καὶ ἅτε θεωμένων τῶν ἑταίρων y como contemplaban los compañeros, πολλὴ φιλονικία ἐγίγνετο había mucha rivalidad.

[28] ἔθεον δὲ καὶ ἵπποι καὶ ἔδει αὐτοὺς κατὰ τοῦ πρανοῦς ἐλάσαντας ἐν τῇ θαλάττῃ ἀποστρέψαντας πάλιν πρὸςτὸν βωμὸν ἄγειν. καὶ κάτω μὲν οἱ πολλοὶ ἐκαλινδοῦντο: ἄνω δὲ πρὸς τὸ ἰσχυρῶς ὄρθιον μόλις βάδηνἐπορεύοντο οἱ ἵπποι: ἔνθα πολλὴ κραυγὴ καὶ γέλως καὶ παρακέλευσις ἐγίγνετο.

[28] ἔθεον δὲ καὶ ἵπποι Corrían también caballos καὶ ἔδει y era necesario αὐτοὺς κατὰ τοῦ πρανοῦς ἐλάσαντας que aquellos (los jinetes) lanzándose ladera abajo ἐν τῇ θαλάττῃ ἀποστρέψαντας girando en el mar, πάλιν πρὸς τὸν βωμὸν ἄγειν de nuevo volviesen hasta el altar. καὶ κάτω μὲν οἱ πολλοὶ ἐκαλινδοῦντο Y de bajada la mayoría rodaba: ἄνω δὲ pero de subida πρὸς τὸ ἰσχυρῶς ὄρθιον hacia la fuerte pendiente  μόλις a duras penas βάδην ἐπορεύοντο οἱ ἵπποι avanzaban los caballos paso a paso: ἔνθα πολλὴ κραυγὴ καὶ γέλως καὶ παρακέλευσις ἐγίγνετο entonces había mucho griterío y risa y gritos de ánimo.

Jenofonte, Anábasis I,7,3 “Ciro convoca a los generales de los griegos”

Xenofonte, Anábasis I,7,3 “Ciro convoca a los generales de los griegos”

 

  • Más información sobre Jenofonte en el tema: Historiografia grega
  • La Anábasis de Jenofonte (Wikipedia): En ella se narran la expedición militar de Ciro el Joven contra su hermano el rey de Persia Artajerjes II y el posterior intento de retorno a la patria de los mercenarios griegos que estaban a su servicio, tras la derrota y muerte del mismo Ciro.

 

Texto griego en Perseus

Ciro exhorta  a los griegos antes de la batalla contra el Gran Rey, Artajerjes

[3] ἄνδρες Ἕλληνες, οὐκ ἀνθρώπων ἀπορῶν βαρβάρων συμμάχους ὑμᾶς ἄγω, ἀλλὰ νομίζων ἀμείνονας καὶ κρείττους πολλῶν βαρβάρων ὑμᾶς εἶναι, διὰ τοῦτο προσέλαβον. ὅπως οὖν ἔσεσθε ἄνδρες ἄξιοι τῆς ἐλευθερίας ἧς κέκτησθε καὶ ἧς ὑμᾶς ἐγὼ εὐδαιμονίζω. εὖ γὰρ ἴστε ὅτι τὴν ἐλευθερίαν ἑλοίμην ἂν ἀντὶ ὧν ἔχω πάντων καὶ ἄλλων πολλαπλασίων.

Persian_Empire,_490_BC

[3] ἄνδρες Ἕλληνες Oh, hombres griegos, οὐκ ἀνθρώπων ἀπορῶν βαρβάρων no careciendo / no por carecer  de hombres bárbaros συμμάχους ὑμᾶς ἄγω os traigo a vosotros como aliados, ἀλλὰ νομίζων sino pensando / por pensar ἀμείνονας καὶ κρείττους πολλῶν βαρβάρων ὑμᾶς εἶναι que vosotros sois mejores y más fuertes que muchos bárbaros, διὰ τοῦτο προσέλαβον por eso os he añadido. ὅπως οὖν En todo caso, ἔσεσθε ἄνδρες ἄξιοι τῆς ἐλευθερίας sed hombres dignos de la libertad ἧς κέκτησθε que poseéis καὶ ἧς y por la cual ὑμᾶς ἐγὼ εὐδαιμονίζω yo os considero felices. εὖ γὰρ ἴστε pues sabed bien ὅτι τὴν ἐλευθερίαν ἑλοίμην ἂν que yo escogería la libertad ἀντὶ ὧν  ἔχω πάντων en vez de todas las cosas que / todos los bienes que  tengo καὶ ἄλλων πολλαπλασίων y otros tantos más.