Estrabó, Geografia III, 4, 8 “Emporion”

Estrabó, Geografia III, 4, 8 “Emporion”

[8] καὶ σύμπασα δ᾽ ἀπὸ στηλῶν σπανίζεται λιμέσι μέχρι δεῦρο, ἐντεῦθεν δ᾽ ἤδη τὰ ἑξῆς εὐλίμενα καὶ χώρα ἀγαθὴ τῶν τε Λεητανῶν καὶ Λαρτολαιητῶν καὶ ἄλλων τοιούτων μέχρι Ἐμπορίου. αὐτὸ δ᾽ ἐστὶ Μασσαλιωτῶν κτίσμα, ὅσον τετταράκοντα διέχον τῆς Πυρήνης σταδίους καὶ τῶν μεθορίων τῆς Ἰβηρίας πρὸς τὴν Κελτικήν: καὶ αὕτη δ᾽ ἐστὶ πᾶσα ἀγαθὴ καὶ εὐλίμενος. ἐνταῦθα δ᾽ ἔστι καὶ Ῥόδη πολίχνιον, [p. 217] Ἐμποριτῶν κτίσμα, τινὲς δὲ Ῥοδίων φασί: κἀνταῦθα δὲ καὶ ἐν τῷ Ἐμπορίῳ τὴν Ἄρτεμιν τὴν Ἐφεσίαν τιμῶσιν: ἐροῦμεν δὲ τὴν αἰτίαν ἐν τοῖς περὶ Μασσαλίαν. ᾤκουν δ᾽ οἱ Ἐμπορῖται πρότερον νησίον τι προκείμενον, νῦν καλεῖται παλαιὰ πόλις, νῦν δ᾽ οἰκοῦσιν ἐν τῇ ἠπείρῳ. δίπολις δ᾽ ἐστὶ τείχει διωρισμένη, πρότερον τῶν Ἰνδικητῶν τινας προσοίκους ἔχουσα, οἳ καίπερ ἰδίᾳ πολιτευόμενοι κοινὸν ὅμως περίβολον ἔχειν ἐβούλοντο πρὸς τοὺς Ἕλληνας ἀσφαλείας χάριν, τῷ χρόνῳ δ᾽ εἰς ταὐτὸ πολίτευμα συνῆλθον μικτόν τι ἔκ τε βαρβάρων καὶ Ἑλληνικῶν νομίμων, ὅπερ καὶ ἐπ᾽ ἄλλων πολλῶν συνέβη[9] ῾ρεῖ δὲ καὶ ποταμὸς πλησίον, ἐκ τῆς Πυρήνης ἔχων τὰς ἀρχάς, δὲ ἐκβολὴ λιμήν ἐστι τοῖς Ἐμπορίταις.