Píndaro. Pítica VIII, 82-101

Pítica XIII – A Aristómenes de Egina, vencedor en la lucha

 

[στρ. 1]
φιλόφρον Ἡσυχία, Δίκας
ὦ μεγιστόπολι θύγατερ,
βουλᾶν τε καὶ πολέμων
ἔχοισα κλαῖ̈δας ὑπερτάτας, 5
Πυθιόνικον τιμὰν Ἀριστομένει δέκευ.
τὺ γὰρ τὸ μαλθακὸν ἔρξαι τε καὶ παθεῖν ὁμῶς
ἐπίστασαι καιρῷ σὺν ἀτρεκεῖ:

[αντ. 1]
[10] τὺ δ’, ὁπόταν τις ἀμείλιχον
καρδίᾳ κότον ἐνελάσῃ, 10
τραχεῖα δυσμενέων
ὑπαντιάξαισα κράτει τιθεῖς
Ὕβριν ἐν ἄντλῳ. τὰν οὐδὲ Πορφυρίων μάθεν
παρ’ αἶσαν ἐξερεθίζων: κέρδος δὲ φίλτατον,
ἑκόντος εἴ τις ἐκ δόμων φέροι. 15

[επωδή 1]
[20] βία δὲ καὶ μεγάλαυχον ἔσφαλεν ἐν χρόνῳ.

También la violencia sometió con el tiempo al arrogante

Τυφὼς Κίλιξ ἑκατόγκρανος οὔ νιν ἄλυξεν,
οὐδὲ μὰν βασιλεὺς Γιγάντων: δμᾶθεν δὲ κεραυνῷ
τόξοισί τ’ Ἀπόλλωνος: ὃς εὐμενεῖ νόῳ
Ξενάρκειον ἔδεκτο Κίῤῥαθεν ἐστεφανωμένον 20
υἱὸν ποίᾳ Παρνασσίδι Δωριεῖ τε κώμῳ.

[στρ. 2]
[30] ἔπεσε δ’ οὐ Χαρίτων ἑκὰς
ἁ δικαιόπολις ἀρεταῖς
κλειναῖσιν Αἰακιδᾶν
θιγοῖσα νᾶσος: τελέαν δ’ ἔχει 25
δόξαν ἀπ’ ἀρχᾶς. πολλοῖσι μὲν γὰρ ἀείδεται
νικαφόροις ἐν ἀέθλοις θρέψαισα καὶ θοαῖς
ὑπερτάτους ἥρωας ἐν μάχαις:

[αντ. 2]
τὰ δὲ καὶ ἀνδράσιν ἐμπρέπει.
[40] εἰμὶ δ’ ἄσχολος ἀναθέμεν 30
πᾶσαν μακραγορίαν
λύρᾳ τε καὶ φθέγματι μαλθακῷ,
μὴ κόρος ἐλθὼν κνίσῃ. τὸ δ’ ἐν ποσί μοι τράχον
ἴτω τεὸν χρέος, ὦ παῖ, νεώτατον καλῶν,
ἐμᾷ ποτανὸν ἀμφὶ μαχανᾷ. 35

[επωδή 2]
παλαισμάτεσσι γὰρ ἰχνεύων ματραδελφεοὺς
[50] Ὀλυμπίᾳ τε Θεόγνητον οὐ κατελέγχεις,
οὐδὲ Κλειτομάχοιο νίκαν Ἰσθμοῖ θρασύγυιον:
αὔξων δὲ πάτραν Μιδυλιδᾶν λόγον φέρεις,
τὸν ὅνπερ ποτ’ Ὀϊκλέος παῖς ἐν ἑπταπύλοις ἰδὼν 40
υἱοὺς Θήβαις αἰνίξατο παρμένοντας αἰχμᾷ,

[στρ. 3]
ὁπότ’ ἀπ’ Ἄργεος ἤλυθον
[60] δευτέραν ὁδὸν Ἐπίγονοι.
ὧδ’ εἶπε μαρναμένων:
“φυᾷ τὸ γενναῖον ἐπιπρέπει 45
ἐκ πατέρων παισὶ λῆμα. θαέομαι σαφὲς
δράκοντα ποικίλον αἰθᾶς Ἀλκμᾶν’ ἐπ’ ἀσπίδος
νωμῶντα πρῶτον ἐν Κάδμου πύλαις.

[αντ. 3]
ὁ δὲ καμὼν προτέρᾳ πάθᾳ
[70] νῦν ἀρείονος ἐνέχεται 50
ὄρνιχος ἀγγελίᾳ
Ἄδραστος ἥρως: τὸ δὲ οἴκοθεν
ἀντία πράξει. μοῦνος γὰρ ἐκ Δαναῶν στρατοῦ
θανόντος ὀστέα λέξαις υἱοῦ, τύχᾳ θεῶν
ἀφίξεται λαῷ σὺν ἀβλαβεῖ 55

[εποδε 3]
Ἄβαντος εὐρυχόρους ἀγυιάς.”τοιαῦτα μὲν
ἐφθέγξατ’ Ἀμφιάρηος. χαίρων δὲ καὶ αὐτὸς
[80] Ἀλκμᾶνα στεφάνοισι βάλλω, ῥαίνω δὲ καὶ ὕμνῳ,
γείτων ὅτι μοι καὶ κτεάνων φύλαξ ἐμῶν
ὑπάντασεν ἰόντι γᾶς ὀμφαλὸν παρ’ ἀοίδιμον, 60
μαντευμάτων τ’ ἐφάψατο συγγόνοισι τέχναις.

[στρ. 4]
τὺ δ’,Ἑκαταβόλε, πάνδοκον
[90] ναὸν εὐκλέα διανέμων
Πυθῶνος ἐν γυάλοις,
τὸ μὲν μέγιστον τόθι χαρμάτων 65
ὤπασας: οἴκοι δὲ πρόσθεν ἁρπαλέαν δόσιν
πενταθλίου σὺν ἑορταῖς ὑμαῖς ἐπάγαγες.
ἄναξ, ἑκόντι δ’ εὔχομαι νόῳ

[αντ. 4]
κατά τιν’ ἁρμονίαν βλέπειν,
ἀμφ’ ἕκαστον ὅσα νέομαι. 70
κώμῳ μὲν ἁδυμελεῖ
[100] Δίκα παρέστακε: θεῶν δ’ ὄπιν
ἄφθονον αἰτέω, Ξείναρκες, ὑμετέραις τύχαις.
εἰ γάρ τις ἐσλὰ πέπαται μὴ σὺν μακρῷ πόνῳ,
πολλοῖς σοφὸς δοκεῖ πεδ’ ἀφρόνων 75

[επωδή 4]
βίον κορυσσέμεν ὀρθοβούλοισι μαχαναῖς:
τὰ δ’ οὐκ ἐπ’ ἀνδράσι κεῖται: δαίμων δὲ παρίσχει,
[110] ἄλλοτ’ ἄλλον ὕπερθε βάλλων, ἄλλον δ’ ὑπὸ χειρῶν
μέτρῳ καταβαίνει. Μεγάροις δ’ ἔχεις γέρας,
μυχῷ τ’ ἐν Μαραθῶνος, Ἥρας τ’ ἀγῶν’ ἐπιχώριον 80
νίκαις τρισσαῖς, Ὦριστόμενες, δάμασσας ἔργῳ:

[στρ. 5]
τέτρασι δ’ ἔμπετες ὑψόθεν
σωμάτεσσι κακὰ φρονέων,
τοῖς οὔτε νόστος ὁμῶς
[120] ἔπαλπνος ἐν Πυθιάδι κρίθη, 85
οὐδὲ μολόντων πὰρ ματέρ’ ἀμφὶ γέλως γλυκὺς
ὦρσεν χάριν: κατὰ λαύρας δ’ ἐχθρῶν ἀπάοροι
πτώσσοντι, συμφορᾷ δεδαγμένοι.

Sobre cuatro cuerpos te abalanzaste, planeando males; para ellos no estaba determinado, en los Juegos Pitios, un regreso feliz igualmente (=como el tuyo), ni, al llegar junto a su madre la dulce sonrisa levantó la alegría a su alrededor; por callejones, ocultos a sus enemigos, caminan encogidos, mordidos por la desgracia.

[αντ. 5]
ὁ δὲ καλόν τι νέον λαχὼν
ἁβρότατος ἔπι μεγάλας 90
ἐξ ἐλπίδος πέταται
[130] ὑποπτέροις ἀνορέαις, ἔχων
κρέσσονα πλούτου μέριμναν. ἐν δ’ ὀλίγῳ βροτῶν
τὸ τερπνὸν αὔξεται: οὕτω δὲ καὶ πίτνει χαμαί,
ἀποτρόπῳ γνώμᾳ σεσεισμένον. 95

Quien obtiene por azar algún nuevo beneficio, en su ligereza por una gran esperanza vuela con alada energía, con inquietud más fuerte que la riqueza. En breve se eleva el gozo de los hombres; así también cae a tierra, sacudido por designios contrarios.

[επωδή 5]
ἐπάμεροι: τί δέ τις; τί δ’ οὔ τις; σκιᾶς ὄναρ
ἄνθρωπος. ἀλλ’ ὅταν αἴγλα διόσδοτος ἔλθῃ,
λαμπρὸν φέγγος ἔπεστιν ἀνδρῶν καὶ μείλιχος αἰών:
[140] Αἴγινα φίλα μᾶτερ, ἐλευθέρῳ στόλῳ
πόλιν τάνδε κόμιζε Δὶ καὶ κρέοντι σὺν Αἰακῷ 100
Πηλεῖ τε κἀγαθῷ Τελαμῶνι σύν τ’ Ἀχιλλεῖ.

Seres de un día!, ¿Qué es alguien?, ¿Qué no es alguien? Sueño de una sombra es el hombre. Pero cuando (eventualmente) llega la gloria, don de Zeus, brillante resplandor envuelve a los hombres, y una existencia amable. Egina, amada madre, acompaña a esta ciudad por un rumbo libre, con Zeus y el rey Éaco, con Peleo y el valiente Telamón, y con Aquiles.

 

Anuncis

Anacreónticas

Se conoce con el nombre moderno de «Anacreónticas» una colección de sesenta poemas anónimos de época imperial y tardoantigua que imitan  la obra del poeta lírico Anacreonte, que vivió en el siglo V a. C. A juzgar por sus características de lengua, métrica y prosodia, la mayor parte de los poemas parece haber sido escrita entre los siglos II y VI d.C. (Más información…)

VI.- Στέφος πλέκων ποτ’ εὗρον  /   ἐν τοῖς ῥόδοις Ἔρωτα,
καῖ τῶν πτερῶν κατασχών  /  ἐβάπτισ’ εἰς τὸν οἶνον,
λαβὼν δ’ἔπιον αὐτόν.  /  καὶ νῦν ἔσω μελῶν μου
πτεροῖσι γαργαλίζει

 

VII.- Λέγουσιν αἱ γυναῖκες,  /  ” Ἀνάκρεον, γέρων εἶ.
λαβὼν ἔσοπτρον ἄθρει  /  κόμας μὲν οὐκέτ’ οὔσας,
ψιλὸν δέ σευ μέτωπον.”  /  ἐγὼ δὲ τὰς κόμας μέν,
εἰτ’ εἰσιν εἴτ’ ἀπῆλθον,  /  οὐκ οἶδα. τοῦτο οἶδα,
ὡς τῷ γέροντι μᾶλλον  /  πρέπει τὸ τερπνὰ παίζειν,
ὅσῳ πέλας τὰ Μοίρης.

 

XXI.– Ἡ γῆ μέλαινα πίνει, /  πίνει δένδρεα δ’αὐτήν
πίνει θάλασσ’ αὔρας,  /  ὁ δ’ἥλιος θάλασσαν,
τὸν δ’ἥλιον σελήνη.  /  τί μοι μάχεσθ’, ἐταῖροι,
καὐτῷ θέλοντι πίνειν;

XXII.- Ἡ Ταντάλου ποτ’ ἔστη  /  λίθος Φρυγῶν ἐν ὄχθαις,
καὶ παῖς ποτ’ ὄρνις ἔπτη  /  Πανδίονος χελιδών.
ἐγὼ δ’ἔσοπτρον εἴην,  /  ὅπως ἀεί βλέπῃς με.
ἐγὼ χιτὼν γενοίμην,  /  ὄπως ἀεί φορῇς με.
ὕδωρ θέλω γενέσθαι,  /  ὅπως σε χρῶτα λούσω.
μῦρον, γύναι, γενοίμην,  /  ὅπως ἐγώ σ’ἀλείψω.
καὶ ταινίη δὲ μασθῶν  /  καὶ μάργαρον τραχήλῳ
καὶ σάνδαλον γενοίμην.   /  μόνον ποσὶν πάτει με.

XXIV.- Φύσις κέρατα ταύροις,  /  ὁπλὰς δ’ἔδωκεν ἴπποις,                                          ποδωκίην λαγωοῖς,  /  λέουσι χάσμ’ ὀδόντων,  / τοῖς ἰχθύσιν τὸ νηκτόν,
τοῖς ὀρνέοις πέτασθαι, /  τοῖς ἀνδράσιν φρόνημα.
γυναιξὶν οὐκέτ’ εἶχεν.   /  τί οὖν δίδωσι; κάλλος
ἀντ’ ἀσπίδων ἁπασῶν,   /   ἀντ’ ἐγχέων ἁπάντων.
νικᾷ δὲ καὶ σίδηρον   /  καὶ πῦρ καλὴ τις οὖσα.