- Níobe (Wikipedia castellà – anglès)
- Níobe en Metamorphoses VI, 146-312, de Ovidio (Perseus)
- Sobre Níobe, en Iconos: Iconografía y referencias.
- Palèfat, Històries increïbles VIII, “Sobre Níobe”
Text: “Níobe”, Apolodoro, Biblioteca, III, 5 6 (Perseus)
γαμεῖ δὲ Ζῆθος μὲν Θήβην, ἀφ᾽ ἧς ἡ πόλις Θῆβαι, Ἀμφίων δὲ Νιόβην τὴν Ταντάλου, ἣ γεννᾷ παῖδας μὲν ἑπτά, Σίπυλον Εὐπίνυτον Ἰσμηνὸν Δαμασίχθονα Ἀγήνορα Φαίδιμον Τάνταλον, θυγατέρας δὲ τὰς ἴσας, Ἐθοδαΐαν (ἢ ὥς τινες Νέαιραν) Κλεόδοξαν Ἀστυόχην Φθίαν Πελοπίαν Ἀστυκράτειαν Ὠγυγίαν. Ἡσίοδος δὲ δέκα μὲν υἱοὺς δέκα δὲ θυγατέρας, Ἡρόδωρος δὲ δύο μὲν ἄρρενας τρεῖς δὲ θηλείας, Ὅμηρος δὲ ἓξ μὲν υἱοὺς ἓξ δὲ θυγατέρας φησὶ γενέσθαι. εὔτεκνος δὲ οὖσα Νιόβη τῆς Λητοῦς εὐτεκνοτέρα εἶπεν ὑπάρχειν: Λητὼ δὲ ἀγανακτήσασα τήν τε Ἄρτεμιν καὶ τὸν Ἀπόλλωνα κατ᾽ αὐτῶν παρώξυνε, καὶ τὰς μὲν θηλείας ἐπὶ τῆς οἰκίας κατετόξευσεν Ἄρτεμις, τοὺς δὲ ἄρρενας κοινῇ πάντας ἐν Κιθαιρῶνι Ἀπόλλων κυνηγετοῦντας ἀπέκτεινεν. ἐσώθη δὲ τῶν μὲν ἀρρένων Ἀμφίων, τῶν δὲ θηλειῶν Χλωρὶς ἡ πρεσβυτέρα, ᾗ Νηλεὺς συνῴκησε. κατὰ δὲ Τελέσιλλαν ἐσώθησαν Ἀμύκλας καὶ Μελίβοια, ἐτοξεύθη δὲ ὑπ᾽ αὐτῶν καὶ Ἀμφίων, αὐτὴ δὲ Νιόβη Θήβας ἀπολιποῦσα πρὸς τὸν πατέρα Τάνταλον ἧκεν εἰς Σίπυλον, κἀκεῖ Διὶ εὐξαμένη τὴν μορφὴν εἰς λίθον μετέβαλε, καὶ χεῖται δάκρυα νύκτωρ καὶ μεθ᾽ ἡμέραν τοῦ λίθου.
Traducción literal (con algún pequeño cambio en la disposición del texto griego):
γαμεῖ δὲ Ζῆθος μὲν Θήβην Zeto desposa a Tebe, ἀφ᾽ ἧς ἡ πόλις Θῆβαι a partir de la cual (se llama) la ciudad (de) Tebas, Ἀμφίων δὲ Νιόβην τὴν Ταντάλου y Anfión a Niobe, la hija de Tántalo, ἣ γεννᾷ que engendra παῖδας μὲν ἑπτά siete hijos: Σίπυλον Εὐπίνυτον Ἰσμηνὸν Δαμασίχθονα Ἀγήνορα Φαίδιμον Τάνταλον Sípilo, Eupinito, Ismeno, Damasictón, Agenor, Fedimo, (y) Tántalo θυγατέρας δὲ τὰς ἴσας y las mismas hijas (en número):, Ἐθοδαΐαν Etodea (ἢ ὥς τινες Νέαιραν o según algunos Neera)Κλεόδοξαν Ἀστυόχην Φθίαν Πελοπίαν Ἀστυκράτειαν Ὠγυγίαν Cleodoxa, Astíoque, Ptía, Pelopia, Asticria (y) Ogigia . Ἡσίοδος Hesíodo φησὶ dice (que) δὲ δέκα μὲν υἱοὺς δέκα δὲ θυγατέρας γενέσθαι nacieron diez hijos y diez hijas, Ἡρόδωρος δὲ Herodoro (dice que nacieron) δύο μὲν ἄρρενας τρεῖς δὲ θηλείας dos varones y tres hembras, Ὅμηρος δὲ ἓξ μὲν υἱοὺς ἓξ δὲ θυγατέρας y Homero (dice que nacieron) seis hijos y seis hijas. εὔτεκνος δὲ οὖσα Νιόβη Níobe, siendo fértil («buena paridora») τῆς Λητοῦς εὐτεκνοτέρα εἶπεν ὑπάρχειν dijo ser «mejor paridora» que Leto: Λητὼ δὲ ἀγανακτήσασα Leto, irritándose τήν τε Ἄρτεμιν καὶ τὸν Ἀπόλλωνα κατ᾽ αὐτῶν παρώξυνε incitó a Ártemis y a Apolo contra ellos, καὶ τὰς μὲν θηλείας ἐπὶ τῆς οἰκίας κατετόξευσεν Ἄρτεμις y a las hembras (las) asaeteaba (les disparaba flechas) en la casa Ártemis, τοὺς δὲ ἄρρενας a los varones κοινῇ πάντας todos a la vez Ἀπόλλων Apolo ἀπέκτεινεν (los) mató ἐν Κιθαιρῶνι en el Citerón κυνηγετοῦντας mientras cazaban. ἐσώθη δὲ Aunque se salvó Ἀμφίων μὲν τῶν ἀρρένων Anfión, de entre los varones, τῶν δὲ θηλειῶν y de entre las hembras Χλωρὶς ἡ πρεσβυτέρα Cloris, la de más edad, ᾗ Νηλεὺς συνῴκησε con quien se casó Neleo. κατὰ δὲ Τελέσιλλαν Según Telésila ἐσώθησαν se salvaron Ἀμύκλας καὶ Μελίβοια Amiclas y Melibea, δὲ καὶ Ἀμφίων y en cambio Anfión ἐτοξεύθη fue muerto a flechas ὑπ᾽ αὐτῶν por aquellos (Apolo y Ártemis); αὐτὴ δὲ Νιόβη en cuanto a la propia Níobe Θήβας ἀπολιποῦσα abandonando Tebas πρὸς τὸν πατέρα Τάνταλον ἧκεν marchó junto a su padre Tántalo εἰς Σίπυλον en Sípilo, κἀκεῖ y allí Διὶ εὐξαμένη suplicando a Zeus τὴν μορφὴν εἰς λίθον μετέβαλε cambió su forma en piedra, καὶ χεῖται δάκρυα y manan lágrimas νύκτωρ καὶ μεθ᾽ ἡμέραν noche y día τοῦ λίθου de la piedra.
Traducció en anglès (Perseus):