Hipócrates: Juramento

Hipócrates de Cos – Ἱπποκράτης c. 460 a.C.- c. 370 a C.

Texto en griego del Juramento hipocràtico y traducción literal (para facilitar el seguimiento del texto en la traducción, hay algunos cambios en el orden original de las palabras)

ὄμνυμι Ἀπόλλωνα ἰητρὸν καὶ Ἀσκληπιὸν καὶ Ὑγείαν καὶ Πανάκειαν καὶ θεοὺς πάντας τε καὶ πάσας, ἵστορας ποιεύμενος, ἐπιτελέα ποιήσειν κατὰ δύναμιν καὶ κρίσιν ἐμὴν ὅρκον τόνδε καὶ συγγραφὴν τήνδε:

ὄμνυμι Juroποιεύμενος poniendo  ἵστορας como testigos  Ἀπόλλωνα ἰητρὸν καὶ Ἀσκληπιὸν καὶ Ὑγείαν καὶ Πανάκειαν a Apolo Médico, Hygeia (Salud), Panacea (Remedio) καὶ θεοὺς πάντας τε καὶ πάσας y a todos los dioses y a todas (las diosas), ἐπιτελέα ποιήσειν cumplir perfectamente, κατὰ δύναμιν καὶ κρίσιν ἐμὴν en la medida de mi fuerza y juicio, ὅρκον τόνδε καὶ συγγραφὴν τήνδε este juramento y este contrato:

ἡγήσεσθαι μὲν τὸν διδάξαντά με τὴν τέχνην ταύτην ἴσα γενέτῃσιν ἐμοῖς, καὶ βίου κοινώσεσθαι, καὶ χρεῶν χρηΐζοντι μετάδοσιν ποιήσεσθαι,

ἡγήσεσθαι considerar μὲν τὸν διδάξαντά με τὴν τέχνην ταύτην a quien me ha enseñado esta técnica ἴσα igual γενέτῃσιν ἐμοῖς a mis progenitores, καὶ βίου κοινώσεσθαι, compartir (con él) mi hacienda, y,  καὶ χρεῶν χρηΐζοντι si está agobiado por la necesidad, μετάδοσιν ποιήσεσθαι hacer una contribución,

καὶ γένος τὸ ἐξ αὐτοῦ ἀδελφοῖς ἴσον ἐπικρινεῖν ἄρρεσι, καὶ διδάξειν τὴν τέχνην ταύτην, ἢν χρηΐζωσι μανθάνειν, ἄνευ μισθοῦ καὶ συγγραφῆς,

καὶ γένος τὸ ἐξ αὐτοῦ y a su descendencia ἐπικρινεῖν juzgarla ἴσον igual ἀδελφοῖς   ἄρρεσι a mis hermanos varones, καὶ διδάξειν y enseñarle τὴν τέχνην ταύτην esta técnica, ἢν χρηΐζωσι μανθάνειν si necesitan aprenderla, ἄνευ μισθοῦ καὶ συγγραφῆς sin pago ni contrato,

παραγγελίης τε καὶ ἀκροήσιος καὶ τῆς λοίπης ἁπάσης μαθήσιος μετάδοσιν ποιήσεσθαι υἱοῖς τε ἐμοῖς καὶ τοῖς τοῦ ἐμὲ διδάξαντος, καὶ μαθητῇσι συγγεγραμμένοις τε καὶ ὡρκισμένοις νόμῳ ἰητρικῷ, ἄλλῳ δὲ οὐδενί.

ποιήσεσθαι μετάδοσιν compartir παραγγελίης preceptos τε καὶ ἀκροήσιος enseñanzas orales καὶ τῆς λοίπης ἁπάσης μαθήσιος y todos los demás conocimientos υἱοῖς τε ἐμοῖς con mis hijos καὶ τοῖς τοῦ ἐμὲ διδάξαντος y con los (hijos) de quien me enseñó a mí, καὶ μαθητῇσι συγγεγραμμένοις y con los discípulos comprometidos τε καὶ ὡρκισμένοις νόμῳ ἰητρικῷ y que han jurado según la ley médica, ἄλλῳ δὲ οὐδενί, pero a ningún otro,

διαιτήμασί τε χρήσομαι ἐπ᾽ ὠφελείῃ καμνόντων κατὰ δύναμιν καὶ κρίσιν ἐμήν, ἐπὶ δηλήσει δὲ καὶ ἀδικίῃ εἴρξειν.

διαιτήμασί τε χρήσομαι y me serviré de hábitos ἐπ᾽ ὠφελείῃ καμνόντων al servicio de los enfermos κατὰ δύναμιν καὶ κρίσιν ἐμήs en la medida de mi fuerza y juicio, ἐπὶ δηλήσει δὲ καὶ ἀδικίῃ pero «al servicio» del perjuicio e injusticia, εἴρξειν (me serviré de hábitos), para mantenerlos alejados.

οὐ δώσω δὲ οὐδὲ φάρμακον οὐδενὶ αἰτηθεὶς θανάσιμον, οὐδὲ ὑφηγήσομαι συμβουλίην τοιήνδε: ὁμοίως δὲ οὐδὲ γυναικὶ πεσσὸν φθόριον δώσω.

οὐ δώσω no daré οὐδενὶ a nadie δὲ οὐδὲ αἰτηθεὶς ni siendo requerido, φάρμακον   θανάσιμον medicina mortal, οὐδὲ ὑφηγήσομαι ni propondré συμβουλίην τοιήνδε semejante consejo: ὁμοίως igualmente δὲ οὐδὲ γυναικὶ πεσσὸν φθόριον δώσω no daré a ninguna mujer un pesario (bola de lana o similar) abortivo.

ἁγνῶς δὲ καὶ ὁσίως διατηρήσω βίον τὸν ἐμὸν καὶ τέχνην τὴν ἐμήν. οὐ τεμέω δὲ οὐδὲ μὴν λιθιῶντας, ἐκχωρήσω δὲ ἐργάτῃσιν ἀνδράσι πρήξιος τῆσδε.

ἁγνῶς δὲ καὶ ὁσίως honesta y piadosamente διατηρήσω mantendré βίον τὸν ἐμὸν mi vida καὶ τέχνην τὴν ἐμήν y mi profesión. οὐ τεμέω no cortaré δὲ οὐδὲ μὴν en ningún caso λιθιῶντας a los afectados de piedras (cálculos) , ἐκχωρήσω y (lo) dejaré δὲ ἐργάτῃσιν ἀνδράσι a hombres expertos πρήξιος τῆσδε en esta operación.

ἐς οἰκίας δὲ ὁκόσας ἂν ἐσίω, ἐσελεύσομαι ἐπ᾽ ὠφελείῃ καμνόντων, ἐκτὸς ἐὼν πάσης ἀδικίης ἑκουσίης καὶ φθορίης, τῆς τε ἄλλης καὶ ἀφροδισίων ἔργων ἐπί τε γυναικείων σωμάτων καὶ ἀνδρῴων, ἐλευθέρων τε καὶ δούλων.

ἐς οἰκίας δὲ ὁκόσας ἂν ἐσίω a cuantas casas acceda, ἐσελεύσομαι entraré ἐπ᾽ ὠφελείῃ καμνόντων para el beneficio de los enfermos, ἐκτὸς ἐὼν manteniéndome al margen πάσης ἀδικίης de cualquier injusticia ἑκουσίης intencionada καὶ φθορίης y corruptora, τῆς τε ἄλλης de cualquier otro tipo  καὶ ἀφροδισίων ἔργων o de intenciones eróticas ἐπί τε γυναικείων σωμάτων καὶ ἀνδρῴων sobre cuerpos femeninos y masculinos, ἐλευθέρων τε καὶ δούλων libres y esclavos.

δ᾽ ἂν ἐν θεραπείῃ ἴδω ἀκούσω, καὶ ἄνευ θεραπείης κατὰ βίον ἀνθρώπων, μὴ χρή ποτε ἐκλαλεῖσθαι ἔξω, σιγήσομαι, ἄρρητα ἡγεύμενος εἶναι τὰ τοιαῦτα.

aquello que δ᾽ ἂν ἐν θεραπείῃ durante el tratamiento ἴδω ἀκούσω vea u oiga, καὶ ἄνευ θεραπείης o también sin tratamiento, κατὰ βίον ἀνθρώπων sobre la vida de los hombres, aquello que μὴ χρή no conviene ποτε nunca ἐκλαλεῖσθαι que sea divulgado ἔξω fuera, σιγήσομαι (lo) callaré,  ἡγεύμενος considerando  τὰ τοιαῦτα que tales cosas εἶναι son ἄρρητα indecibles.

ὅρκον μὲν οὖν μοι τόνδε ἐπιτελέα ποιέοντι, καὶ μὴ συγχέοντι, εἴη ἐπαύρασθαι καὶ βίου καὶ τέχνης δοξαζομένῳ παρὰ πᾶσιν ἀνθρώποις ἐς τὸν αἰεὶ χρόνον: παραβαίνοντι δὲ [36] καὶ ἐπιορκέοντι, τἀναντία τούτων.

εἴη μοι  sea posible para mí, ποιέοντι cumpliendo (si cumplo) ὅρκον μὲν οὖν  τόνδε este juramento  ἐπιτελέα perfectamente, καὶ μὴ συγχέοντι y no rompiéndolo, ἐπαύρασθαι disfrutar καὶ βίου καὶ τέχνης de mi vida y mi técnica δοξαζομένῳ honrado / respetado παρὰ πᾶσιν ἀνθρώποις entre todos los hombres ἐς τὸν αἰεὶ χρόνον para siempre: παραβαίνοντι pero trangrediéndo(lo) δὲ καὶ ἐπιορκέοντι y perjurando, τἀναντία τούτων (que sea) lo contrario de esto.

Anuncio publicitario

Deja una respuesta

Introduce tus datos o haz clic en un icono para iniciar sesión:

Logo de WordPress.com

Estás comentando usando tu cuenta de WordPress.com. Salir /  Cambiar )

Imagen de Twitter

Estás comentando usando tu cuenta de Twitter. Salir /  Cambiar )

Foto de Facebook

Estás comentando usando tu cuenta de Facebook. Salir /  Cambiar )

Conectando a %s