Anacreónticas

Se conoce con el nombre moderno de «Anacreónticas» una colección de sesenta poemas anónimos de época imperial y tardoantigua que imitan  la obra del poeta lírico Anacreonte, que vivió en el siglo V a. C. A juzgar por sus características de lengua, métrica y prosodia, la mayor parte de los poemas parece haber sido escrita entre los siglos II y VI d.C. (Más información…)

VI.- Στέφος πλέκων ποτ’ εὗρον  /   ἐν τοῖς ῥόδοις Ἔρωτα,
καῖ τῶν πτερῶν κατασχών  /  ἐβάπτισ’ εἰς τὸν οἶνον,
λαβὼν δ’ἔπιον αὐτόν.  /  καὶ νῦν ἔσω μελῶν μου
πτεροῖσι γαργαλίζει

 

VII.- Λέγουσιν αἱ γυναῖκες,  /  ” Ἀνάκρεον, γέρων εἶ.
λαβὼν ἔσοπτρον ἄθρει  /  κόμας μὲν οὐκέτ’ οὔσας,
ψιλὸν δέ σευ μέτωπον.”  /  ἐγὼ δὲ τὰς κόμας μέν,
εἰτ’ εἰσιν εἴτ’ ἀπῆλθον,  /  οὐκ οἶδα. τοῦτο οἶδα,
ὡς τῷ γέροντι μᾶλλον  /  πρέπει τὸ τερπνὰ παίζειν,
ὅσῳ πέλας τὰ Μοίρης.

 

XXI.– Ἡ γῆ μέλαινα πίνει, /  πίνει δένδρεα δ’αὐτήν
πίνει θάλασσ’ αὔρας,  /  ὁ δ’ἥλιος θάλασσαν,
τὸν δ’ἥλιον σελήνη.  /  τί μοι μάχεσθ’, ἐταῖροι,
καὐτῷ θέλοντι πίνειν;

XXII.- Ἡ Ταντάλου ποτ’ ἔστη  /  λίθος Φρυγῶν ἐν ὄχθαις,
καὶ παῖς ποτ’ ὄρνις ἔπτη  /  Πανδίονος χελιδών.
ἐγὼ δ’ἔσοπτρον εἴην,  /  ὅπως ἀεί βλέπῃς με.
ἐγὼ χιτὼν γενοίμην,  /  ὄπως ἀεί φορῇς με.
ὕδωρ θέλω γενέσθαι,  /  ὅπως σε χρῶτα λούσω.
μῦρον, γύναι, γενοίμην,  /  ὅπως ἐγώ σ’ἀλείψω.
καὶ ταινίη δὲ μασθῶν  /  καὶ μάργαρον τραχήλῳ
καὶ σάνδαλον γενοίμην.   /  μόνον ποσὶν πάτει με.

XXIV.- Φύσις κέρατα ταύροις,  /  ὁπλὰς δ’ἔδωκεν ἴπποις,                                          ποδωκίην λαγωοῖς,  /  λέουσι χάσμ’ ὀδόντων,  / τοῖς ἰχθύσιν τὸ νηκτόν,
τοῖς ὀρνέοις πέτασθαι, /  τοῖς ἀνδράσιν φρόνημα.
γυναιξὶν οὐκέτ’ εἶχεν.   /  τί οὖν δίδωσι; κάλλος
ἀντ’ ἀσπίδων ἁπασῶν,   /   ἀντ’ ἐγχέων ἁπάντων.
νικᾷ δὲ καὶ σίδηρον   /  καὶ πῦρ καλὴ τις οὖσα.

Anuncis

Deixa un comentari

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

Esteu comentant fent servir el compte WordPress.com. Log Out / Canvia )

Twitter picture

Esteu comentant fent servir el compte Twitter. Log Out / Canvia )

Facebook photo

Esteu comentant fent servir el compte Facebook. Log Out / Canvia )

Google+ photo

Esteu comentant fent servir el compte Google+. Log Out / Canvia )

S'està connectant a %s