Xenofont, Constitució dels lacedemonis VII, 1-6 “Costums dels espartans”

Xenofont, Constitució dels lacedemonis VII, 1 “Costums dels espartans”

Text grec Perseus

ἐναντία γε μὴν καὶ τάδε τοῖς ἄλλοις Ἕλλησι κατέστησεν Λυκοῦργος ἐν τῇ Σπάρτῃ νόμιμα. ἐν μὲν γὰρ δήπου ταῖς ἄλλαις πόλεσι πάντες χρηματίζονται ὅσον δύνανται: μὲν γὰρ γεωργεῖ, δὲ ναυκληρεῖ, δ᾽ ἐμπορεύεται, οἱ δὲ καὶ ἀπὸ τεχνῶν τρέφονται:

[2] ἐν δὲ τῇ Σπάρτῃ Λυκοῦργος τοῖς [μὲν] ἐλευθέροις τῶν μὲν ἀμφὶ χρηματισμὸν ἀπεῖπε μηδενὸς ἅπτεσθαι, ὅσα δὲ ἐλευθερίαν ταῖς πόλεσι παρασκευάζει, ταῦτα ἔταξε μόνα ἔργα αὑτῶν νομίζειν.

[3] καὶ γὰρ δὴ τί πλοῦτος ἐκεῖ γε σπουδαστέος, ἔνθα ἴσα μὲν φέρειν εἰς τὰ ἐπιτήδεια, ὁμοίως δὲ διαιτᾶσθαι τάξας ἐποίησε μὴ ἡδυπαθείας ἕνεκα χρημάτων ὀρέγεσθαι; ἀλλὰ μὴν οὐδ᾽ ἱματίων γε ἕνεκα χρηματιστέον: οὐ γὰρ ἐσθῆτος πολυτελείᾳ ἀλλὰ σώματος εὐεξίᾳ κοσμοῦνται.

[4] οὐδὲ μὴν τοῦ γε εἰς τοὺς συσκήνους ἕνεκα ἔχειν δαπανᾶν χρήματα ἁθροιστέον, ἐπεὶ τὸ τῷ σώματι πονοῦντα ὠφελεῖν τοὺς συνόντας εὐδοξότερον ἐποίησεν τὸ δαπανῶντα, ἐπιδείξας τὸ μὲν ψυχῆς, τὸ δὲ πλούτου ἔργον.

[5] τό γε μὴν ἐξ ἀδίκων χρηματίζεσθαι καὶ ἐν τοῖς τοιούτοις διεκώλυσε. πρῶτον μὲν γὰρ νόμισμα τοιοῦτον κατεστήσατο, δεκάμνων μόνον ἂν εἰς οἰκίαν εἰσελθὸν οὔποτε δεσπότας οὐδὲ οἰκέτας λάθοι: καὶ γὰρ χώρας μεγάλης καὶ ἁμάξης ἀγωγῆς δέοιτ᾽ ἄν.

[6] χρυσίον γε μὴν καὶ ἀργύριον ἐρευνᾶται, καὶ ἄν τί που φανῇ, ἔχων ζημιοῦται. τί οὖν ἂν ἐκεῖ χρηματισμὸς σπουδάζοιτο, ἔνθα κτῆσις πλείους λύπας χρῆσις εὐφροσύνας παρέχει;

Anuncis

Deixa un comentari

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

Esteu comentant fent servir el compte WordPress.com. Log Out / Canvia )

Twitter picture

Esteu comentant fent servir el compte Twitter. Log Out / Canvia )

Facebook photo

Esteu comentant fent servir el compte Facebook. Log Out / Canvia )

Google+ photo

Esteu comentant fent servir el compte Google+. Log Out / Canvia )

S'està connectant a %s