Xenofont, Agesilau I, 25 “Exercicis gimnàstics de l’exèrcit”

Xenofont, Agesilau I, 25 “Exercicis gimnàstics de l’exèrcit”

[25] ἐπειδὴ δὲ ἔαρ ὑπέφαινε, συνήγαγε πᾶν τὸ στράτευμα εἰς Ἔφεσον: ἀσκῆσαι δὲ [καὶ] αὐτὸ βουλόμενος ἆθλα προὔθηκε καὶ ταῖς ἱππικαῖς τάξεσιν, ἥτις κράτιστα [ἂν] ἱππεύοι, καὶ ταῖς ὁπλιτικαῖς, ἥτις [ἂν] ἄριστα σωμάτων ἔχοι: καὶ πελτασταῖς δὲ καὶ τοξόταις ἆθλα προύθηκεν, οἵτινες κράτιστοι τὰ προσήκοντα ἔργα φαίνοιντο. ἐκ τούτου δὲ παρῆν ὁρᾶν τὰ μὲν γυμνάσια μεστὰ [τῶν] ἀνδρῶν γυμναζομένων, τὸν δὲ ἱππόδρομον ἱππέων ἱππαζομένων, τοὺς δὲ ἀκοντιστὰς καὶ τοὺς τοξότας ἐπὶ στόχον ἱέντας.

[26] ἀξίαν δὲ καὶ ὅλην τὴν πόλιν ἐν ἦν θέας ἐποίησεν. τε γὰρ ἀγορὰ μεστὴ ἦν παντοδαπῶν καὶ ὅπλων καὶ ἵππων ὠνίων, οἵ τε χαλκοτύποι καὶ οἱ τέκτονες καὶ οἱ σιδηρεῖς καὶ σκυτεῖς καὶ γραφεῖς πάντες πολεμικὰ ὅπλα κατεσκεύαζον: ὥστε τὴν πόλιν ὄντως ἂν ἡγήσω πολέμου ἐργαστήριον εἶναι.

Anuncis

Deixa un comentari

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

Esteu comentant fent servir el compte WordPress.com. Log Out / Canvia )

Twitter picture

Esteu comentant fent servir el compte Twitter. Log Out / Canvia )

Facebook photo

Esteu comentant fent servir el compte Facebook. Log Out / Canvia )

Google+ photo

Esteu comentant fent servir el compte Google+. Log Out / Canvia )

Connecting to %s