Apol·lodor, Epítom VII 26-31 «Penèlope i els pretendents»

Apol·lodor, Epítom VII 26-31 «Penèlope i els pretendents»

[26] Ὀδυσσεὺς δὲ παραγενόμενος εἰς τὴν πατρίδα εὑρίσκει τὸν οἶκον διεφθαρμένον: νομίσαντες γὰρ αὐτὸν τεθνάναι Πηνελόπην ἐμνῶντο ἐκ Δουλιχίου μὲν νζ: [27] Ἀμφίνομος Θόας Δημοπτόλεμος Ἀμφίμαχος Εὐρύαλος, Πάραλος Εὐηνορίδης …..  [28] ἐκ δὲ Σάμης κγ: Ἀγέλαος Πείσανδρος Ἔλατος Κτήσιππος Ἱππόδοχος[29] ἐκ δὲ Ζακύνθου μδ:Εὐρύλοχος Λαομήδης Μόλεβος Φρένιος Ἴνδιος, Μίνις….  [30] ἐκ δὲ αὐτῆς Ἰθάκης ἦσαν οἱ μνηστευόμενοι ιβ οἵδε: Ἀντίνοος Πρόνοος Λειώδης Εὐρύνομος Ἀμφίμαχος, Ἀμφίαλος Πρόμαχος Ἀμφιμέδων Ἀρίστρατος Ἕλενος, Δουλιχιεὺς Κτήσιππος.

[31] οὗτοι πορευόμενοι εἰς τὰ βασίλεια δαπανῶντες τὰς Ὀδυσσέως ἀγέλας εὐωχοῦντο. Πηνελόπη δὲ ἀναγκαζομένη τὸν γάμον ὑπέσχετο ὅτε τὸ ἐντάφιον Λαέρτῃ πέρας ἕξει, καὶ τοῦτο ὕφηνεν ἐπὶ ἔτη τρία, μεθ᾽ ἡμέραν μὲν ὑφαίνουσα, νύκτωρ δὲ ἀναλύουσα. τοῦτον τὸν τρόπον ἐξηπατῶντο οἱ μνηστῆρες ὑπὸ τῆς Πηνελόπης, μέχρις ὅτε ἐφωράθη.

Deja una respuesta

Introduce tus datos o haz clic en un icono para iniciar sesión:

Logo de WordPress.com

Estás comentando usando tu cuenta de WordPress.com. Salir /  Cambiar )

Imagen de Twitter

Estás comentando usando tu cuenta de Twitter. Salir /  Cambiar )

Foto de Facebook

Estás comentando usando tu cuenta de Facebook. Salir /  Cambiar )

Conectando a %s