Longus, Dafnis i Cloe IV, 39-40 “I foren feliços…”

Longus, Dafnis i Cloe IV, 39-40 “I foren feliços…”

Text en grec (Hodoi: du texte à l’hypertexte)

[4,39] Καὶ ταῦτα οὐ τότε μόνον ἀλλ´ ἔστε ἔζων τὸν πλεῖστον χρόνον ποιμενικὸν εἶχον, θεοὺς σέβοντες Νύμφας καὶ Πᾶνα καὶ Ἔρωτα, ἀγέλας δὲ προβάτων καὶ αἰγῶν πλείστας κτησάμενοι, ἡδίστην δὲ τροφὴν νομίζοντες ὀπώραν καὶ γάλα. Ἀλλὰ καὶ ἄρρεν μὲν παιδίον ὑπέθηκαν αἰγὶ καὶ θυγάτριον γενόμενον δεύτερον ὄϊος ἑλκύσαι θηλὴν ἐποίησαν, καὶ ἐκάλεσαν τὸν μὲν Φιλοποίμενα τὴν δὲ Ἀγέλην. {οὕτως αὐτοῖς καὶ ταῦτα συνεγήρασεν· οὗτοι}. Καὶ τὸ ἄντρον ἐκόσμησαν καὶ εἰκόνας ἀνέθεσαν καὶ βωμὸν εἵσαντο Ποιμένος Ἔρωτος· καὶ τῷ Πανὶ δὲ ἔδοσαν ἀντὶ τῆς πίτυος οἰκεῖν νεὼν Πανὸς Στρατιώτου ὀνομάσαντες.
[4,40] Ἀλλὰ ταῦτα μὲν ὕστερον καὶ ὠνόμασαν καὶ ἔπραξαν· τότε δὲ νυκτὸς γενομένης πάντες αὐτοὺς παρέπεμπον εἰς τὸν θάλαμον, οἱ μὲν συρίττοντες, οἱ δὲ αὐλοῦντες, οἱ δὲ δᾷδας μεγάλας ἀνίσχοντες. Καὶ ἐπεὶ πλησίον ἦσαν τῶν θυρῶν, ᾖδον σκληρᾷ καὶ ἀπηνεῖ τῇ φωνῇ, καθάπερ τριαίναις γῆν ἀναρρηγνύντες, οὐχ ὑμέναιον ᾄδοντες. Δάφνις δὲ καὶ Χλόη γυμνοὶ συγκατακλιθέντες περιέβαλλον ἀλλήλους καὶ κατεφίλουν, ἀγρυπνήσαντες τῆς νυκτὸς ὅσον οὐδὲ γλαῦκες· καὶ ἔδρασέ τι Δάφνις ὧν αὐτὸν ἐπαίδευσε Λυκαίνιον, καὶ τότε Χλόη πρῶτον ἔμαθεν ὅτι τὰ ἐπὶ τῆς ὕλης γινόμενα ἦν ποιμένων παίγνια.

Anuncis

Deixa un comentari

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

Esteu comentant fent servir el compte WordPress.com. Log Out / Canvia )

Twitter picture

Esteu comentant fent servir el compte Twitter. Log Out / Canvia )

Facebook photo

Esteu comentant fent servir el compte Facebook. Log Out / Canvia )

Google+ photo

Esteu comentant fent servir el compte Google+. Log Out / Canvia )

S'està connectant a %s